Skip to content
Opens in a new window
Listen to this chapter • 3:01

[1] ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·

[2] ἐπ᾿ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;

[3] ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων·

[4] σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

[5] ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·

[6] ὁ σείων τὴν ὑπ᾿ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·

[7] ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·

[8] ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης·

[9] ὁ ποιῶν Πλειάδα καὶ Ἓσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμιεῖα νότου·

[10] ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.

[11] ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδ᾿ ὧς ἔγνων.

[12] ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;

[13] αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν.

[14] ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ρήματά μου·

[15] ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήομαι·

[16] ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς.

[17] μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς·

[18] οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησε δέ με πικρίας.

[19] ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;

[20] ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.

[21] εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.

[22] διὸ εἶπον· μέγα καὶ δυνάστην ἀπολλύει ὀργή,

[23] ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·

[24] παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;

[25] ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.

[26] ἢ καί ἐστι ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;

[27] ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω.

[28] σείομαι πᾶσι τοῖς μέλεσιν, οἶδα γάρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις.

[29] ἐπειδὴ δέ εἰμι ἀσεβής, διατί οὐκ ἀπέθανον;

[30] ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,

[31] ἱκανῶς ἐν ρύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή·

[32] οὐ γὰρ εἶ ἄνθρωπος κατ᾿ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.

[33] εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·

[34] ἀπαλλαξάτω ἀπ᾿ ἐμοῦ τὴν ράβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,

[35] καὶ οὐ μὴ φοβηθῷ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.

Ιωβ — Chapters