[1] ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
[2] ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες.
[3] τί γάρ; μὴ τάξις ἐστὶ ρήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;
[4] κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ρήμασι, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν·
[5] εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.
[6] ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
[7] νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα,
[8] καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
[9] ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν.
[10] ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί·
[11] παρέδωκε γάρ με ὁ Κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με.
[12] εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν.
[13] ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
[14] κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι.
[15] σάκκον ἔρραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
[16] ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.
[17] ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά.
[18] γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
[19] καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
[20] ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
[21] εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
[22] ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.