Skip to content
Opens in a new window
Listen to this chapter • 2:13

[1] ΚΑΙ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.

[2] ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.

[3] ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.

[4] ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.

[5] βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν,

[6] συντάσσων χιόνι· γίνου ἐπὶ γῆς, καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.

[7] ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.

[8] εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης.

[9] ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος,

[10] καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·

[11] καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ.

[12] καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ᾿ αὐτοῦ ἐπὶ τῆς γῆς,

[13] ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.

[14] ἐνωτίζου ταῦτα, Ἰώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου.

[15] οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους.

[16] ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.

[17] σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.

[18] στερεώσεις μετ᾿ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.

[19] διατί; δίδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμαθε πολλὰ λέγοντες.

[20] μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;

[21] πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ᾿ αὐτοῦ ἐπὶ νεφῶν.

[22] ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.

[23] καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;

[24] διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.

Ιωβ — Chapters