Skip to content
Opens in a new window
Listen to this chapter • 1:21

[1] ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.

[2] λίσσομαι κάμνων, καὶ τί ποιήσας;

[3] ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.

[4] ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.

[5] τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾿ υἱοῖς ἐτάκησαν.

[6] ἔθου δέ με θρύλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην·

[7] πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.

[8] θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·

[9] σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.

[10] οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.

[11] αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.

[12] νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους·

[13] ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.

[14] θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.

[15] ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι;

[16] ἦ μετ᾿ ἐμοῦ εἰς ᾅδην καταβήσομαι, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;

Ιωβ — Chapters