[1] ΔΙΑΤΙ δὲ Κύριον ἔλαθον ὧραι,
[2] ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες;
[3] ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν.
[4] ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
[5] ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
[6] ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο.
[7] γυμνοὺς πολλοὺς ἐκοίμησαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο.
[8] ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὰ μὴ ἔχειν ἑαυτοὺς σκέπην, πέτραν περιεβάλοντο.
[9] ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν.
[10] γυμνοὺς δὲ ἐκοίμησαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
[11] ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν.
[12] οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα.
[13] αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.
[14] γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
[15] καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
[16] διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς.
[17] ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωΐ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
[18] ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν
[19] ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
[20] εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
[21] στεῖραν δὲ οὐκ εὖ ἐποίησε καὶ γύναιον οὐκ ἠλέησε,
[22] θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς.
[23] μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ·
[24] πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
[25] εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ρήματά μου;