[1] ΗΣΥΧΑΣΑΝ δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
[2] ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ρὰμ τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου.
[3] καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
[4] Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
[5] καὶ εἶδεν ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
[6] ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε· νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.
[7] εἶπα δὲ ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσι οἴδασι σοφίαν,
[8] ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα·
[9] οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδ᾿ οἱ γέροντες οἴδασι κρίμα.
[10] διὸ εἶπα· ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα.
[11] ἐνωτίζεσθέ μου τὰ ρήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους,
[12] καὶ μέχρι ὑμῶν συνήσω. καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος ρήματα αὐτοῦ ἐξ ὑμῶν,
[13] ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
[14] ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ρήματα.
[15] ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
[16] ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
[17] ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω·
[18] πλήρης γάρ εἰμι ρημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
[19] ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
[20] λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη·
[21] ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
[22] οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.