Skip to content
Opens in a new window
Listen to this chapter • 2:39

[1] ΕΙ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων;

[2] ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔδυσας;

[3] ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;

[4] ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γεννήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.

[5] τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;

[6] ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·

[7] καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,

[8] κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.

[9] βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου;

[10] δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;

[11] πέποιθας δὲ ἐπ᾿ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;

[12] πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα;

[13] πτέρυξ τερπομένων νεέλασα, ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα·

[14] ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει

[15] καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει·

[16] ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου·

[17] ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει.

[18] κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.

[19] ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;

[20] περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ;

[21] ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ·

[22] συναντῶν βασιλεῖ καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου·

[23] ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,

[24] καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ·

[25] σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.

[26] ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς νότον;

[27] ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται

[28] ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;

[29] ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι·

[30] νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.

Ιωβ — Chapters