Skip to content
Opens in a new window
Listen to this chapter • 2:23

[1] ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς·

[2] καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.

[3] οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.

[4] ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.

[5] εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.

[6] ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.

[7] πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;

[8] ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε.

[9] καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,

[10] οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,

[11] πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;

[12] ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.

[13] κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ

[14] ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί.

[15] ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·

[16] καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.

[17] ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.

[18] ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι·

[19] τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;

[20] δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι.

[21] τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.

[22] εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.

[23] πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.

[24] διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;

[25] ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;

[26] ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,

[27] ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου·

[28] ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.

Ιωβ — Chapters