Skip to content
Opens in a new window
Listen to this chapter • 2:43

[1] ΚΑΙ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ καὶ εἶπε·

[2] μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν;

[3] ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ·

[4] τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου·

[5] ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.

[6] ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους·

[7] μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·

[8] μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;

[9] ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;

[10] ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.

[11] ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον·

[12] ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,

[13] κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·

[14] ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.

[15] ἀλλὰ δὴ ἰδοὺ θηρία παρά σοι, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.

[16] ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ γαστρός·

[17] ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·

[18] αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός.

[19] τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.

[20] ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ.

[21] ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.

[22] σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ.

[23] ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.

[24] ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα.

[25] ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ;

[26] εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;

[27] λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;

[28] θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;

[29] παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;

[30] ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;

[31] πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.

[32] ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.

Ιωβ — Chapters