[1] ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
[2] μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου;
[3] μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
[4] εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
[5] σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.
[6] εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
[7] ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
[8] ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
[9] χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
[10] ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα;
[11] μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
[12] ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
[13] οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
[14] ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
[15] ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·
[16] ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται.
[17] ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
[18] ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,
[19] ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
[20] ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
[21] ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
[22] οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.