[1] ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
[2] μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
[3] διατὶ δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
[4] κέχρηταί σοι ὀργή· τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾿ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;
[5] καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ·
[6] τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾿ αὐτῷ σβεσθήσεται.
[7] θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
[8] ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη.
[9] ἔλθοισαν δὲ ἐπ᾿ αὐτὸν παγίδες, κατισχύσει ἐπ᾿ αὐτὸν διψῶντας.
[10] κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων.
[11] κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν
[12] ἐν λιμῷ στενῷ. πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
[13] βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος.
[14] ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
[15] κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
[16] ὑποκάτωθεν αἱ ρίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
[17] τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.
[18] ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
[19] οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπ᾿ οὐρανὸν ὁ οἶκος αὐτοῦ,
[20] ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.
[21] οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον.