[1] ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
[2] ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως·
[3] καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
[4] ναὶ δὴ ἐπ᾿ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾿ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ρήματα, ἃ οὐκ ἔδει, τὰ δὲ ρήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
[5] ἔα δὲ ὅτι ἐπ᾿ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
[6] γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὕψωσεν.
[7] ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
[8] κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
[9] τὴν δὲ δόξαν ἀπ᾿ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
[10] διέσπασέ με κύκλῳ καὶ ᾠχόμην· ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
[11] δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
[12] ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾿ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι.
[13] ἀπ᾿ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
[14] οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
[15] γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
[16] θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο.
[17] καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
[18] οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾿ ἐμοῦ λαλοῦσιν.
[19] ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
[20] ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
[21] ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι.
[22] διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
[23] τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ρήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα;
[24] ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι;
[25] οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς,
[26] ἀναστήσει δὲ τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
[27] ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσθαι ἐν κόλπῳ.
[28] εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ρίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·
[29] εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ᾿ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη.