Skip to content
Opens in a new window
Listen to this chapter • 1:29

[1] ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·

[2] καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ.

[3] τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;

[4] εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων·

[5] γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ.

[6] καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·

[7] ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου·

[8] εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα;

[9] ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται.

[10] εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.

[11] ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω

[12] ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ρήματα αὐτοῦ.

[13] εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.

[14] διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.

[15] ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.

[16] Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με·

[17] οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.

Ιωβ — Chapters