[1] ΜΗ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
[2] ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
[3] υἱέ, μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.
[4] μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
[5] μὴ δικαιοῦ ἔναντι Κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
[6] μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
[7] μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
[8] μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
[9] μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με Θεῷ Ὑψίστῳ προσδέξεται.
[10] μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
[11] μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
[12] μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.
[13] μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
[14] μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
[15] μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
[16] μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ.
[17] ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.
[18] Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου, μηδ᾿ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.
[19] μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
[20] μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ.
[21] οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
[22] κτήνη σοί ἐστιν, ἐπισκέπτου αὐτὰ καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.
[23] τέκνα σοί ἐστι, παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.
[24] θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
[25] ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
[26] γυνή σοί ἐστι κατὰ ψυχήν, μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.
[27] Ἐν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
[28] μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι;
[29] ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.
[30] ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
[31] φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.
[32] Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.
[33] χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
[34] μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον.
[35] μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
[36] ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.