[1] ΣΟΦΙΑ ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
[2] μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
[3] μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
[4] ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.
[5] πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.
[6] πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.
[7] πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα.
[8] πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.
[9] περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
[10] Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.
[11] ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
[12] ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
[13] καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾿ αὐτῷ πολλοί.
[14] ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί.
[17] δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.
[18] ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ.
[19] ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
[20] στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
[21] μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.
[22] εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
[23] μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
[24] μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι;
[25] ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
[26] ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
[27] κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
[28] πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
[29] Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
[30] πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν·
[31] τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
[32] ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
[33] πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
[34] ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.