[1] ΠΑΣΑ σοφία παρὰ Κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
[2] ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
[3] ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
[4] προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος
[5] [πηγὴ σοφίας λόγος Θεοῦ ἐν ὑψίστοις, καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι].
[6] ρίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
[7] [ἐπιστήμη σοφίας τίνι ἐφανερώθη; καὶ τὴν πολυπειρίαν αὐτῆς τίς συνῆκε;]
[8] εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
[9] Κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
[10] μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
[11] φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
[12] φόβος Κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
[13] τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ᾿ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
[14] ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
[15] μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
[16] πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
[17] πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς.
[18] στέφανος σοφίας φόβος Κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.
[19] καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε.
[20] ρίζα σοφίας φοβεῖσθε τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
[21] [φόβος Κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει ὀργήν].
[22] οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι, ἡ γὰρ ροπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
[23] ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
[24] ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
[25] ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
[26] ἐπεθύμησας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.
[27] σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.
[28] μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
[29] μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε.
[30] μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.