Skip to content
Opens in a new window

[1] ΑΣΧΟΛΙΑ μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδὰμ ἀφ᾿ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων·

[2] τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς.

[3] ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ,

[4] ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον,

[5] θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις· καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ.

[6] ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ᾿ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου.

[7] ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.

[8] μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·

[9] θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ρομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ,

[10] ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.

[11] πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.

[12] Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.

[13] χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει.

[14] ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.

[15] ἔκγονα ἀσεβῶν οὐ πληθύνει κλάδους, καὶ ρίζαι ἀκάθαρτοι ἐπ᾿ ἀκροτόμου πέτρας·

[16] ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.

[17] χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει.

[18] Ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.

[19] τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.

[20] οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.

[21] αὐλὸς καὶ ψαλτήριον ἡδύνουσι μέλι, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.

[22] χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.

[23] φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.

[24] ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ρύσεται.

[25] χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται.

[26] χρήματα καὶ ἰσχὺς ἀνυψώσουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος Κυρίου· οὐκ ἔστιν ἐν φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·

[27] φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.

[28] Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.

[29] ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.

[30] ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.

Σοφια Σειραχ — Chapters