Skip to content
Opens in a new window

[1] ΕΝ τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι.

[2] τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.

[3] Ἐν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;

[4] ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν.

[5] ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.

[6] στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.

[7] Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·

[8] μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·

[9] μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·

[10] ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον·

[11] φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται;

[12] [φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ].

[13] Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·

[14] πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.

[15] οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ.

[16] συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.

[17] πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος.

[18] ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά.

[19] μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.

[20] ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.

[21] μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.

[22] ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.

[23] καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.

[24] ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾿ αὐτὴν ἀποθνήσκομεν πάντες.

[25] μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν.

[26] εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Σοφια Σειραχ — Chapters