Skip to content
Opens in a new window

[1] ΠΛΗΝ τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου, σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται.

[2] διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται.

[3] ἀπόκρυφα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.

[4] ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε.

[5] τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς Κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι Ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.

[6] ἐὰν Κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρήσει ρήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ ἐξομολογήσεται Κυρίῳ.

[7] αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται·

[8] αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαθήκης Κυρίου καυχήσεται.

[9] αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοί, ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν.

[10] τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία.

[11] ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιήσει αὐτῷ.

[12] Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην.

[13] εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ρόδον φυόμενον ἐπὶ ρεύματος ὑγροῦ

[14] καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα. εὐλογήσατε Κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις,

[15] δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει·

[16] Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτο; εἰς τί τοῦτο;

[17] πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ρήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.

[18] ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.

[19] ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.

[20] ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐθέν ἐστι θαυμάσιον ἐναντίον αὐτοῦ.

[21] οὐκ ἔστιν εἰπεῖν· τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται.

[22] ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν.

[23] οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.

[24] αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα.

[25] ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ᾿ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.

[26] ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ, πῦρ, καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ μέλι καὶ γάλα, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον.

[27] ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.

[28] ἔστι πνεύματα, ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσαν μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσι καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσι.

[29] πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·

[30] θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ρομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς·

[31] ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.

[32] διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα·

[33] τὰ ἔργα Κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει.

[34] καὶ οὐκ ἔστιν εἰπεῖν· τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.

[35] καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.

Σοφια Σειραχ — Chapters