Skip to content
Opens in a new window

[1] ΕΡΓΑΤΗΣ μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.

[2] οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·

[3] σῆτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.

[4] Ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.

[5] ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται,

[6] καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.

[7] μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.

[8] ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἔστι σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·

[9] ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε.

[10] ἀκήκοας λόγον, συναποθανέτω σοι· θάρσει, οὐ μή σε ρήξει.

[11] ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.

[12] βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.

[13] Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ.

[14] ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.

[15] ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε.

[16] ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ;

[17] ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ Ὑψίστου. [γινόμενος ἄμηνις.

[18] φόβος Κυρίου ἀρχὴ προσλήψεως, σοφία δὲ παρ' αὐτοῦ ἀγάπησιν περιποιεῖ.

[19] γνῶσις ἐντολῶν Κυρίου παιδεία ζωῆς, οἱ δὲ ποιοῦντες τὰ ἀρεστὰ αὐτῷ ἀθανασίας δένδρον καρποῦνται].

[20] Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου· [καὶ γνῶσις τῆς παντοδυναμίας αὐτοῦ.

[21] οἰκέτης λέγων τῷ δεσπότῃ· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήσῃ, παροργίζει τὸν τρέφοντα αὐτόν].

[22] καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.

[23] ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.

[24] κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.

[25] ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.

[26] ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·

[27] συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε·

[28] καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει.

[29] ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων.

[30] στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.

Σοφια Σειραχ — Chapters