[1] [Ψαλμὸς τῷ Ἀσάφ.] ΩΣ ΑΓΑΘΟΣ ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ.
[2] ἐμοῦ δὲ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾿ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
[3] ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν,
[4] ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
[5] ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
[6] διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.
[7] ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας·
[8] διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
[9] ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
[10] διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.
[11] καὶ εἶπαν· πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;
[12] ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
[13] καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου·
[14] καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.
[15] εἰ ἔλεγον· διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
[16] καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου,
[17] ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
[18] πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.
[19] πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
[20] ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
[21] ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν,
[22] κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρά σοι.
[23] κἀγὼ διαπαντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου
[24] καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με.
[25] τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
[26] ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.
[27] ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
[28] ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.