Skip to content
Opens in a new window
Listen to this chapter • 0:38

[1] [ᾨδὴ τῶν ἀναβαθμῶν.] ΠΡΟΣ Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.

[2] Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

[3] τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;

[4] τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.

[5] οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.

[6] πολλὰ παρῴκησεν ἡ ψυχή μου.

[7] μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Ψαλμοι — Chapters