Skip to content
Opens in a new window
Listen to this chapter • 2:26

[1] [Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ.]

[2] ΕΝΩΤΙΣΑΙ, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,

[3] πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην

[4] ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾿ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.

[5] ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ ἐμέ·

[6] φόβος καὶ τρόμος ἦλθεν ἐπ᾿ ἐμέ, καὶ ἐκάλυψέ με σκότος.

[7] καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;

[8] ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. (διάψαλμα).

[9] προσεδεχόμην τὸν σῴζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.

[10] καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.

[11] ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς

[12] καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

[13] ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ᾿ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ.

[14] σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου,

[15] ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ.

[16] ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.

[17] ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.

[18] ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.

[19] λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.

[20] εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. (διάψαλμα). οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.

[21] ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.

[22] διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

[23] ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.

[24] σὺ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν, ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.

Ψαλμοι — Chapters