[1] ΚΑΙ εἶπε Κύριος πρός με· λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ.
[2] καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.
[3] καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε Κύριός μοι· κάλεσον τὸν ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
[4] διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
[5] καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι·
[6] διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ρασεὶμ καὶ τὸν υἱὸν Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,
[7] διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
[8] καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ᾿ ἡμῶν ὁ Θεός.
[9] γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
[10] καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος, καὶ λόγον ὃν ἂν εἴπητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν ὁ Θεός.
[11] Οὕτω λέγει Κύριος· τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες·
[12] μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδ᾿ οὐ μὴ ταραχθῆτε·
[13] Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.
[14] καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ.
[15] διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ.
[16] Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.
[17] καὶ ἐρεῖ· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπόν αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ.
[18] ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
[19] καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;
[20] νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.
[21] καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω,
[22] καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.