[1] ΩΣ καταιγὶς δι᾿ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν
[2] τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾿ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
[3] διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.
[4] ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.
[5] ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.
[6] ὅτι οὕτως εἶπε πρός με Κύριος· βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον·
[7] καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν
[8] καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
[9] καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. καὶ ἀποκριθεὶς εἶπε· πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
[10] ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.
[11] Τὸ ὅραμα τῆς Ἰδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· φυλάσσετε ἐπάλξεις.
[12] φυλάσσω τὸ πρωΐ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾿ ἐμοὶ οἴκει·
[13] ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν.
[14] εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν πεφονευμένων
[15] καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
[16] διότι οὕτως εἶπέ μοι Κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
[17] καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν.