Skip to content
Opens in a new window
Listen to this chapter • 3:25

[1] ΙΔΟΥ Κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.

[2] καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει.

[3] φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

[4] ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.

[5] ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.

[6] διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.

[7] πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.

[8] πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδεία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.

[9] ἠσχύνθησαν οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.

[10] ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.

[11] ὀλολύζεται περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς.

[12] καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.

[13] ταῦτα πάντα ἔσται ἐν τῇ γῆ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος.

[14] οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης·

[15] διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται, Κύριε ὁ Θεὸς Ἰσραήλ.

[16] ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν· οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.

[17] φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾿ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

[18] καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

[19] ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ·

[20] ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσε γὰρ ἐπ᾿ αὐτῆς ἡ ἀνομία.

[21] καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς·

[22] καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

[23] καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλήμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.

Ησαιας — Chapters