Skip to content
Opens in a new window
Listen to this chapter • 3:24

[1] ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον,

[2] Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον.

[3] καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· Ἀδὶρ καὶ Γηρὰ καὶ Ἀβιοὺδ

[4] καὶ Ἀβισουὲ καὶ Νοαμὰ καὶ Ἀχιὰ

[5] καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ.

[6] οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί·

[7] καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γηρά· οὗτος Ἰεγλαὰμ καὶ ἐγέννησε τὸν Ἀζὰ καὶ τὸν Ἰαχιχώ.

[8] καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.

[9] καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ

[10] καὶ τὸν Ἰαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν.

[11] καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ καὶ τὸν Ἀλφαάλ.

[12] καὶ υἱοὶ Ἀλφαάλ· Ὠβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς·

[13] καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ.

[14] καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ Ἀριμὼθ

[15] καὶ Ζαβαδία, καὶ Ὠρὴδ καὶ Ἔδερ

[16] καὶ Μιχαὴλ καὶ Ἰεσφὰ καὶ Ἰωδά, υἱοὶ Βεριά.

[17] καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ Ἀζακὶ καὶ Ἀβὰρ

[18] καὶ Ἰσαμαρὶ καὶ Ἰεζλίας καὶ Ἰωβάβ, υἱοὶ Ἐλφαάλ.

[19] καὶ Ἰακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ

[20] καὶ Ἐλιωναΐ καὶ Σαλαθὶ καὶ Ἐλιηλὶ

[21] καὶ Ἀδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ.

[22] καὶ Ἰεσφὰν καὶ Ὠβὴδ καὶ Ἐλεὴλ

[23] καὶ Ἀβδιὼν καὶ Ζεχρὶ καὶ Ἀνὰν

[24] καὶ Ἀνανία καὶ Ἀμβρὶ καὶ Αἰλὰμ καὶ Ἀναθὼθ

[25] καὶ Ἰαθὶν καὶ Ἰεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ,

[26] καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία

[27] καὶ Ἰαρασία καὶ Ἐριὰ καὶ Ζεχρί, υἱοὶ Ἱεροάμ.

[28] οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ·

[29] καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά.

[30] καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ

[31] καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ·

[32] καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.

[33] καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.

[34] καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.

[35] καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ Ἀχάζ.

[36] καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν Ἀσμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά,

[37] καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.

[38] καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ.

[39] καὶ υἱοὶ Ἀσήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰὰς ὁ δεύτερος καὶ Ἐλιφαλὲτ ὁ τρίτος.

[40] καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.

Παραλειπομενων Α — Chapters