[1] ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν Ἀσάφ.
[2] καὶ τῷ Μοσελλεμίᾳ υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, Ἰαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος,
[3] Ἰωλὰμ ὁ πέμπτος, Ἰωνάθαν ὁ ἕκτος, Ἐλιωναΐ ὁ ἕβδομος, Ἀβδεδὸμ ὁ ὄγδοος.
[4] καὶ τῷ Ἀβδεδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβὰθ ὁ δεύτερος, Ἰωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος,
[5] Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός.
[6] καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
[7] υἱοὶ Σαμαΐ· Ὀθνὶ καὶ Ραφαὴλ καὶ Ὠβὴδ καὶ Ἐλζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἑλιοῦ καὶ Σαβαχία καὶ Ἰσβακώμ.
[8] πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδεδόμ.
[9] καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί.
[10] καὶ τῷ Ὠσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
[11] Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ὀσᾷ τρισκαίδεκα.
[12] τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
[13] καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
[14] καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ· υἱοὶ Ἰωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ·
[15] τῷ Ἀβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν.
[16] εἰς δεύτερον· τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
[17] πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο·
[18] εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους.
[19] αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί.
[20] Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·
[21] υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ Ἰεϊήλ.
[22] υἱοὶ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου.
[23] τῷ Ἀμβρὰμ καὶ Ἰσάαρ, Χεβρὼν καὶ Ὀζιήλ·
[24] καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
[25] καὶ τῷ ἀδελφῷ αὐτοῦ Ἐλιέζερ Ραβίας υἱὸς καὶ Ἰωσίας καὶ Ἰωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ.
[26] αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
[27] ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ,
[28] καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουΐα· πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
[29] Τῷ Ἰσσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
[30] τῷ Χεβρωνὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραήλ, πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
[31] τοῦ Χεβρωνί· Ἰωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ἰαζὴρ τῆς Γαλααδίτιδος,
[32] καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.