[1] ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ,
[2] ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ,
[3] ὁ πέμπτος Σαφατία τῆς Ἀβιτάλ, ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
[4] ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
[5] καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ,
[6] καὶ Ἰεβαὰρ καὶ Ἐλισὰ καὶ Ἐλιφαλὴθ
[7] καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ Ἰαφιὲ
[8] καὶ Ἑλισαμὰ καὶ Ἐλιαδὰ καὶ Ἐλιφαλά, ἐννέα.
[9] πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
[10] υἱοὶ Σαλωμών· Ροβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
[11] Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
[12] Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαμ υἱὸς αὐτοῦ,
[13] Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
[14] Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
[15] καὶ υἱοὶ Ἰωσία· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
[16] καὶ υἱοὶ Ἰωακίμ· Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
[17] καὶ υἱοὶ Ἰεχονία· Ἀσίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
[18] Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ Ἰεκεμία καὶ Ὡσαμὰθ καὶ Ναβαδίας.
[19] καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ Ἀνανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν
[20] καὶ Ἀσουβὲ καὶ Ὀὸλ καὶ Βαραχία καὶ Ἀσαδία καὶ Ἀσοβέδ, πέντε.
[21] καὶ υἱοὶ Ἀνανία· Φαλεττία καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
[22] καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ Ἰωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ.
[23] καὶ υἱοὶ Νωαδία· Ἐλιθενὰν καὶ Ἐζεκία καὶ Ἐζρικάμ, τρεῖς.
[24] καὶ υἱοὶ Ἐλιθενάν· Ὀδολία καὶ Ἑλιασεβὼν καὶ Φαδαΐα καὶ Ἀκοὺβ καὶ Ἰωανὰν καὶ Δαλααΐα καὶ Ἀνάν, ἑπτά.