[1] ΕΙΣΗΛΘΕ δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν συμπιεῖν τῇ βασιλίσσῃ.
[2] εἶπε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ· τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
[3] καὶ ἀποκριθεῖσα εἶπεν· εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου·
[4] ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.
[5] εἶπε δὲ ὁ βασιλεύς· τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο;
[6] εἶπε δὲ Ἐσθήρ· ἄνθρωπος ἐχθρὸς Ἀμάν, ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.
[7] ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
[8] ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Ἀμάν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν. εἶπε δὲ ὁ βασιλεύς· ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.
[9] εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα· ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπε δὲ ὁ βασιλεύς· σταυρωθήτω ἐπ᾿ αὐτοῦ.
[10] καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.