Skip to content
Opens in a new window
Listen to this chapter • 4:28

[1] ΜΕΤΑ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἀμαδάθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ.

[2] καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.

[3] καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ· Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;

[4] καθ᾿ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Ἀμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστι.

[5] καὶ ἐπιγνοὺς Ἀμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα

[6] καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους.

[7] καὶ ἐποίησε ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου καὶ ἔβαλε κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνός, ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ.

[8] καὶ ἐλάλησε πρὸς τὸν βασιλέα Ἀρταξέρξης λέγων· ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς·

[9] εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.

[10] καὶ περιελόμενος ὁ βασιλεὺς τὸ δακτύλιον ἔδωκεν εἰς χεῖρας τῷ Ἀμὰν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων.

[11] καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἀμάν· τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει.

[12] καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν, ὡς ἐπέταξεν Ἀμάν, τοῖς στρατηγοῖς, καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δι᾿ Ἀρταξέρξου τοῦ βασιλέως.

[13] η ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα>.

[14] Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν, καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην.

[15] ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ Ἀμὰν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις.

Εσθηρ — Chapters