Skip to content
Opens in a new window

[1] Ελεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὡς ὅτε ἔμελλε καὶ αὐτὴ συλλαμβάνεσθαι πρὸς θάνατον, ἵνα μὴ ψαύσειέ τις τοῦ σώματος ἑαυτῆς, ἑαυτὴν ἔρριψεν κατὰ τῆς πυρᾶς.

[2] ὦ μήτηρ σὺν ἑπτὰ παισὶ καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα.

[3] καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν.

[4] θάρρει τοιγαροῦν, ὦ μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν Θεόν.

[5] οὐχ οὕτω σελήνη κατ' οὐρανὸν σὺν ἄστροις σεμνή καθέστηκεν, ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας Θεῷ καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς·

[6] ἦν γὰρ ἡ παιδοποιΐα σου ἀπὸ Ἁβραὰμ τοῦ πατρός.

[7] Εἰ δὲ ἐξὸν ἡμῖν ἦν, ὥσπερ ἐπί τινος πίνακος, ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων δι' εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν;

[8] καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα·

[9] ἐνταῦθα γέρων ἱερεὺς καὶ γυνὴ γηραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευται διὰ τυράννου βίαν, τὴν Ἑβραίων πολιτείαν καταλῦσαι θέλοντος,

[10] οἳ καὶ ἐξεδίκησαν τὸ ἔθνος εἰς Θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες.

[11] Ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι' αὐτῶν γεγενημένος.

[12] ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι' ὑπομονῆς δοκιμάζουσα· τὸ νῖκος ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ.

[13] Ἐλεάζαρ δὲ προηγωνίζετο, ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει, οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο·

[14] ὁ τύραννος ἀντηγωνίζετο, ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει·

[15] θεοσέβεια δὲ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα.

[16] Τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς;

[17] τίνες οὐκ ἐξεπλάγησαν; Αὐτὸς γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν.

[18] δι' ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασι θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα.

[19] καὶ γάρ φησιν ὁ Μωσῆς· καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.

[20] καὶ οὗτοι οὖν οἱ ἁγιασθέντες διὰ Θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δι' αὐτοὺς τοῦ ἔθνους ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι

[21] καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι,

[22] ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας· καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσε.

[23] πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν Ἀντίοχος, ἀνεκήρυξε τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονήν.

[24] ἔσχε τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησε πάντας τοὺς πολεμίους.

Παραρτημα: Μακκαβαιων Δ — Chapters