[1] Ως δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησε λέγων·
[2] οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι,
[3] αὐτὸς δ' ἀπ' ἐμαυτοῦ παρῆλθον, ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν.
[4] ᾦ μισάρετε καὶ μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;
[5] ἢ κακόν σοι δοκεῖ ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον;
[6] ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια.
[7] εἴπερ ᾐσθάνου ἀνθρώπου πόθον καὶ ἐλπίδα εἶχες παρὰ Θεῷ σωτηρίου·
[8] νυνὶ δὲ ἀλλότριος ὢν Θεοῦ πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν Θεόν.
[9] τοιαῦτα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην,
[10] ἐφ' ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ περὶ τροχιαῖον σφῆνα κατέκαμψαν, περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο.
[11] κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος,
[12] καλάς, ἔλεγεν, ἄκων, ᾦ τύραννε, χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν.
[13] Τελευτήσαντος δὲ καὶ τούτου, ὁ ἕκτος ἤγετο μειρακίσκος, ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη·
[14] ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης·
[15] εἰς τὰ αὐτὰ γὰρ καὶ γεννηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφείλομεν ὁμοίως·
[16] ὥστε εἰ σοὶ δοκεῖ βασανίζειν μὴ μιαροφαγοῦντα, βασάνιζε.
[17] ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν,
[18] ἐφ' οὗ κατατεινόμενος ἐκμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο.
[19] καὶ ὀβελίσκους δὲ ὀξεῖς πυρώσαντες, τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον.
[20] ὁ δὲ βασανιζόμενος, ὦ ἱεροπρεποῦς ἀγῶνος, ἔλεγεν, ἐφ' ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν.
[21] ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη.
[22] καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι μὲν κἀγὼ μετὰ τῶν ἀδελφῶν μου,
[23] σὺ δέ, ὦ τύραννε, μέγαν σοὶ προσλαβὼν καὶ αὐτὸς τιμωρόν, καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων
[24] ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα·
[25] τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστί σου;
[26] τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου.
[27] οὐ γὰρ τυράννου, ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.