Skip to content
Opens in a new window

[1] ΟΤΕ δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.

[2] ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαὴλ καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν.

[3] ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.

[4] ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν· ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος.

[5] καὶ ἤρξατο Τωβίας λέγειν· εὐλογητὸς εἶ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.

[6] σὺ ἐποίησας Ἀδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγεννήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.

[7] καὶ νῦν, Κύριε, οὐ διά πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συγκαταγηρᾶσαι.

[8] καὶ εἶπε μετ᾿ αὐτοῦ· ἀμήν.

[9] καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα.

[10] καὶ ἀναστὰς Ραγουὴλ ἐπορεύθη καὶ ὤρυξε τάφον λέγων· μὴ καὶ οὗτος ἀποθάνῃ;

[11] καὶ ἦλθε Ραγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ

[12] καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ· ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτόν, καὶ μηδεὶς γνῷ.

[13] καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρε τοὺς δύο καθεύδοντας.

[14] καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.

[15] καὶ εὐλόγησε Ραγουὴλ τὸν Θεὸν λέγων· εὐλογητὸς εἶ σύ, ὁ Θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.

[16] εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν.

[17] εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετ᾿ εὐφροσύνης καὶ ἐλέους.

[18] ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.

[19] καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.

[20] καὶ εἶπεν αὐτῷ Ραγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου.

[21] καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθ᾿ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.

Τωβιτ — Chapters