[1] ΜΗ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
[2] ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
[3] βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
[4] ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή, ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
[5] κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
[6] ἀξιοπιστόστερά εἰσι τραύματα φίλου ἢ ἐκούσια φιλήματα ἐχθροῦ.
[7] ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
[8] ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
[9] μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία, καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
[10] φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθης ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
[11] σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία, καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
[12] πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη, ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
[13] ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθε γὰρ ὑβριστής, ὅστις τὰ ἀλλότρια λυμαίνεται.
[14] ὃς ἂν εὐλογῇ φίλον τὸ πρωΐ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.
[15] σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἱδίου οἴκου.
[16] Βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
[17] σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
[18] ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον, τιμηθήσεται.
[19] ὥσπερ οὐκ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων.
[20] ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὡσαύτως καὶ οἱ ὁφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. (20α)βδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν, καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
[21] δοκίμιον ἀργυρῷ καὶ χρυσῷ πύρωσις, ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. (21α)καρδία ἀνόμου ἐκζητεῖ κακά, καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν.
[22] ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
[23] γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
[24] ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς, οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
[25] ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ σύναγε χόρτον ὀρεινόν,
[26] ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· τίμα πεδίον, ἵνα ὦσί σοι ἄρνες.
[27] υἱέ, παρ᾿ ἐμοῦ ἔχεις ρήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.