Skip to content
Opens in a new window
Listen to this chapter • 3:39

[1] ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.

[2] καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ,

[3] καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,

[4] φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

[5] ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ!

[6] ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ' ὕδατα.

[7] ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.

[8] Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν·

[9] κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.

[10] καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·

[11] νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.

[12] καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων·

[13] ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ' ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.

[14] καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν.

[15] καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,

[16] ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

[17] δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.

[18] καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.

[19] καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.

[20] καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν Ἀμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.

[21] καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,

[22] καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε.

[23] καὶ ἰδὼν τὸν Ὢγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;

[24] καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν Ἑβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.

[25] καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.

Αριθμοι — Chapters