[1] ΚΑΙ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη,
[2] καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
[3] καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με.
[4] καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ;
[5] καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.
[6] καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.
[7] καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη.
[8] καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.
[9] καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἑως θανάτου.
[10] καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.
[11] ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;