[1] ΚΑΙ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
[2] οἳ ἦλθον μετὰ Ζοροβάβελ· Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ρεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ·
[3] υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·
[4] υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε·
[5] υἱοὶ Ἄρες ἑπτακόσιοι ἑβδομηκονταπέντε·
[6] υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο·
[7] υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
[8] υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε·
[9] υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα·
[10] υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο·
[11] υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς·
[12] υἱοὶ Ἀσγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο·
[13] υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ·
[14] υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ·
[15] υἱοὶ Ἀδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες·
[16] υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ·
[17] υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς·
[18] υἱοὶ Ἰωρὰ ἑκατὸν δεκαδύο·
[19] υἱοὶ Ἀσοὺμ διακόσιοι εἰκοσιτρεῖς·
[20] υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε·
[21] υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς·
[22] υἱοὶ Νετωφὰ πεντηκονταέξ·
[23] υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτώ·
[24] υἱοὶ Ἀζμὼθ τεσσαρακοντατρεῖς·
[25] υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·
[26] υἱοὶ τῆς Ραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς·
[27] ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο·
[28] ἄνδρες Βαιθὴλ καὶ Ἀϊὰ τετρακόσιοι εἰκοσιτρεῖς·
[29] υἱοὶ Ναβοὺ πεντηκονταδύο·
[30] υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ·
[31] υἱοὶ Ἠλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
[32] υἱοὶ Ἠλὰμ τριακόσιοι εἴκοσιν·
[33] υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιπέντε·
[34] υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·
[35] υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα·
[36] καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς·
[37] υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο·
[38] υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·
[39] υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά·
[40] καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα ἑβδομηκοντατέσσαρες·
[41] οἱ ᾄδοντες υἱοὶ Ἀνασὰφ ἑκατὸν εἰκοσιοκτώ·
[42] υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα·
[43] οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφά, υἱοὶ Ταβαώθ,
[44] υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών,
[45] υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκούβ,
[46] υἱοὶ Ἀγάβ, υἱοὶ Σελαμί, υἱοὶ Ἀνάν,
[47] υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ραϊά,
[48] υἱοὶ Ρασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ,
[49] υἱοὶ Ἀζώ, υἱοὶ Φασή, υἱοὶ Βασί,
[50] υἱοὶ Ἀσενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ,
[51] υἱοὶ Βακβούκ, υἱοὶ Ἀκουφά, υἱοὶ Ἀρούρ,
[52] υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρσά,
[53] υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά,
[54] υἱοὶ Νασθιέ, υἱοὶ Ἀτουφά,
[55] υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά,
[56] υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ,
[57] υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεράθ, υἱοὶ Ἀσεβωείμ, υἱοὶ Ἡμεΐ·
[58] πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ Ἀβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο.
[59] καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, Ἡδάν, Ἐμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἱσραήλ εἰσιν·
[60] υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο·
[61] καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
[62] οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας·
[63] καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.
[64] πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,
[65] χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
[66] ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε,
[67] κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
[68] καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
[69] ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν.
[70] καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.