[1] ΚΑΙ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτός,
[2] ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.
[3] καὶ ἤκουσεν Ἰούδας καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἀμμαούς,
[4] ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.
[5] καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε· φεύγουσιν οὗτοι ἀφ᾿ ἡμῶν.
[6] καὶ ἅμα τῇ ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο.
[7] καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου.
[8] καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ· μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε·
[9] μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτι ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.
[10] καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανόν, εἴ πως ἐλεήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον,
[11] καὶ γνώσεται πάντα τὰ ἔθνη ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ἰσραήλ.
[12] καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξεναντίας
[13] καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα
[14] καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον,
[15] οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ρομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.
[16] καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν
[17] καὶ εἶπε πρὸς τὸν λαόν· μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν,
[18] καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας.
[19] ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους·
[20] καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.
[21] οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,
[22] ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.
[23] καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν.
[24] καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
[25] καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
[26] Ὃσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.
[27] ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεύς, τοιαῦτα ἐξέβη.
[28] καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχισεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς.
[29] καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.
[30] καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν· εὐλογητὸς εἶ ὁ σωτὴρ τοῦ Ἰσραὴλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ·
[31] οὕτω σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν·
[32] δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν·
[33] κατάβαλε αὐτοὺς ρομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.
[34] καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.
[35] ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει, καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.
[36] Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ· ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.
[37] καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιών.
[38] καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς πύλας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα.
[39] καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν
[40] καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
[41] τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια.
[42] καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου,
[43] καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.
[44] καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι·
[45] καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον.
[46] καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.
[47] καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.
[48] καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν.
[49] καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.
[50] καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῶ ναῷ.
[51] καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν.
[52] καὶ ὤρθρισαν τὸ πρωΐ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου (οὗτος ὁ μὴν Χασελεῦ) τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους
[53] καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν.
[54] κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις.
[55] καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.
[56] καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾿ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.
[57] καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά.
[58] καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.
[59] καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετ᾿ εὐφροσύνης καὶ χαρᾶς.
[60] καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.
[61] καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.