[1] ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ.
[2] καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. Ἀζαρίας υἱὸς Σαδὼκ
[3] καὶ Ἐλιαρὲφ καὶ Ἀχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλὶδ ἀναμιμνήσκων
[4] καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς
[5] καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως
[6] καὶ Ἀχιὴλ ἦν οἰκονόμος καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ Ἀδωνιρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.
[7] καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
[8] καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει Ἐφραίμ, εἷς·
[9] υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς·
[10] υἱὸς Ἐσδὶ ἐν Ἀραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ·
[11] Χαναδὰβ καὶ Ἀναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
[12] Βαανὰ υἱὸς Ἀχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
[13] υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα Ἐρεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
[14] Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς·
[15] Ἀχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς·
[16] Βαανᾶ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλώθ, εἷς·
[17] Σαμαὰ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν·
[18] Γαβὲρ υἱὸς Ἀδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ Ἰούδα·
[19] Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσάχαρ.
[20] [Καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.]