[1] ΤΟΤΕ Σισίννης ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν
[2] ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.
[3] καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν.
[4] καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέων Περσῶν
[5] συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
[6] καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ·
[7] καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,
[8] χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα πρὸς ἀριθμόν, ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.
[9] καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος.
[10] καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνός· ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα
[11] καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν.
[12] καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
[13] καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον.
[14] καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,
[15] ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ᾿ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ Ἰσραήλ.